Ezekiel 7

1Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν Τάδε λέγει κύριος τῇ γῇ τοῦ Ισραηλ πέρας ἥκει, τὸ Πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς· 3
LXX: Ezk.7:7
νῦν τὸ πέρας πρὸς σέ, καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σὲ καὶ ἐκδικήσω σὲ ἐν ταῖς ὁδοῖς σου· καὶ δώσω ἐπὶ σε πάντα τὰ βδελύγματά σου
4
LXX: Ezk.7:8
οὐ φείσεται ὀφθαλμός μου ἐπὶ σέ, οὐδὲ μὴ ἐλεήσω, διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσται· καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος.
5
LXX: Ezk.7:9
διότι τάδε λέγει κύριος
6
LXX: Ezk.7:3
ἥκει τὸ πέρας
7
LXX: Ezk.7:4
ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν, ἥκει καιρός, ἤγγικεν ἡμέρα, οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων.
8
LXX: Ezk.7:5
νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σὲ καὶ συντελέσω τὸν θυμόν μου ἐν σοὶ καὶ κρινῶ σὲ ἐν ταῖς ὁδοῖς σου· καὶ δώσω ἐπὶ σε πάντα τὰ βδελύγματά σου
9
LXX: Ezk.7:6
οὐ φείσεται ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω, διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσονται, καὶ ἐπιγνώσῃ διότι ἐγώ εἰμι κύριος τύπτων.
10ἰδοὺ τὸ πέρας ἥκει, Ἰδοὺ ἡμέρα κυρίου· εἰ καὶ ῥάβδος ἤνθηκεν, ὕβρις ἐξανέστηκεν. 11καὶ συντρίψει στήριγμα ἀνόμου καὶ οὐ μετὰ θορύβου οὐδὲ μετὰ σπουδῆς. 12ἥκει καιρός, ἰδοὺ ἡμέρα· κτώμενος μὴ χαιρέτω, καὶ πωλῶν μὴ θρηνείτω· 13διότι κτώμενος πρὸς τὸν πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψῃ, καὶ ἄνθρωπος ἐν ὀφθαλμῷ ζωῆς αὐτοῦ οὐ κρατήσει. 14σαλπίσατε ἐν σάλπιγγι καὶ κρίνατε τὰ σύμπαντα. 15 πόλεμος ἐν ῥομφαίᾳ ἔξωθεν, καὶ λιμὸς καὶ θάνατος ἔσωθεν· ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει. 16καὶ ἀνασωθήσονται οἱ ἀνασῳζόμενοι ἐξ αὐτῶν καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· πάντας ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ. 17πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ, 18καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη ἐπ' αὐτούς, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα. 19τὸ ἀργύριον αὐτῶν ῥιφήσεται ἐν ταῖς πλατείαις, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται· αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσιν, καὶ αἱ κοιλίαι αὐτῶν οὐ μὴ πληρωθῶσιν· διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο. 20ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν. 21καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτὰ καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά. 22καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, καὶ μιανοῦσιν τὴν ἐπισκοπήν μου καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως καὶ βεβηλώσουσιν αὐτά· 23καὶ ποιήσουσι φυρμόν, διότι γῆ πλήρης λαῶν, καὶ πόλις πλήρης ἀνομίας. 24καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν. 25ἐξιλασμὸς ἥξει καὶ ζητήσει εἰρήνην, καὶ οὐκ ἔσται. 26οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπ' ἀγγελίαν ἔσται, καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων. 27ἄρχων ἐνδύσεται ἀφανισμόν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται· κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτούς· καὶ γνώσονται ὅτι ἐγὼ κύριος.
Copyright information for LXX